pdf-Format - Vokabeln Karten zur Anabasis
Relief am Grabmal des Dareios II. mit Kriegern, die ihre Abzeichen zeigen
Deklination des Duals
| m./n. – f. | o-Dekl. | a-Dekl. | 3. Dekl. | 3. Dekl. (semivokal.) |
| beide | die beiden Brüder | zwei Seelen | die zwei Hände | beide schönen Städte |
Nom./Akk. | ἄμφω | τὼ ἀδελφώ | δύο ψυχά | τὼ χεῖρε | καλὰ/ καλὼ πόλει < πόλεØε |
Gen./Dat. | ἄμφοιν – ἄμφαιν | τοῖν ἀδελφοῖν | δυοῖν ψυχαῖν | τοῖν χειροῖν | καλαῖν/ καλοῖν πολέοιν < πολέØοιν |
Der Artikel ist einendig (τώ, τοῖν), das Adjektiv wird ein- oder zweiendig gebraucht καλά, καλαῖν oder καλώ, καλοῖν.
I Δαρείου καὶ Παρυσάτιδος γίγνονται παῖδες δύο, πρεσβύτερος μὲν Ἀρταξέρξης, νεώτεροςδὲ Κῦρος· ἐπεὶ δὲ ἠσθένει Δαρεῖος καὶ ὑπώπτευε τελευτὴν τοῦ βίου, ἐβούλετο τὼ παῖδε ἀμφοτέρω παρεῖναι. |
2 ὁ μὲν οὖν πρεσβύτερος παρὼν ἐτύγχανε· Κῦρον δὲ μεταπέμπεται ἀπὸ τῆς ἀρχῆς ἧς αὐτὸν σατράπην ἐποίησε, καὶ στρατηγὸν δὲ αὐτὸν ἀπέδειξε πάντων ὅσοι ἐς Καστωλοῦ πεδίον ἁθροίζονται. ἀναβαίνει οὖν ὁ Κῦρος λαβὼν Τισσαφέρνην ὡς φίλον, καὶ τῶν Ἑλλήνων ἔχων ὁπλίτας ἀνέβη τριακοσίους, ἄρχοντα δὲ αὐτῶν Ξενίαν Παρράσιον. |
3 ἐπεὶ δὲ ἐτελεύτησε Δαρεῖος καὶ κατέστηεἰς τὴν βασιλείανἈρταξέρξης, Τισσαφέρνης διαβάλλει τὸν Κῦρον πρὸς τὸν ἀδελφὸν ὡς ἐπιβουλεύοι[1] αὐτῷ. ὁ δὲ πείθεταικαὶ συλλαμβάνει Κῦρον ὡς ἀποκτενῶν[2]· ἡ δὲ μήτηρ ἐξαιτησαμένη αὐτὸν ἀποπέμπει πάλιν ἐπὶ τὴν ἀρχήν. |
4 ὁ δ’ ὡς ἀπῆλθε κινδυνεύσας καὶ ἀτιμασθείς, βουλεύεταιὅπως μήποτε ἔτι ἔσται ἐπὶ τῷ ἀδελφῷ, ἀλλά, ἢν δύνηται[3], βασιλεύσειἀντ’ ἐκείνου. Παρύσατιςμὲν δὴ ἡ μήτηρ ὑπῆρχε τῷ Κύρῳ, φιλοῦσα αὐτὸν μᾶλλον ἢ τὸν βασιλεύοντα Ἀρταξέρξην. |
5 ὅστις δ’ ἀφικνεῖτο τῶν παρὰ βασιλέωςπρὸς αὐτὸν πάντας οὕτω διατιθεὶς[4] ἀπεπέμπετο ὥστε αὐτῷ μᾶλλον φίλουςεἶναι ἢ βασιλεῖ. καὶ τῶν παρ’ ἑαυτῷ δὲ βαρβάρων ἐπεμελεῖτο ὡς πολεμεῖν τε ἱκανοὶ εἴησαν καὶ εὐνοϊκῶς ἔχοιεν αὐτῷ. |
[1] Formen des Optativs: λύ-οιμι, λύ-οις, λύ-οι, λύ-οιμεν, λύ-οιτε, λύ-οιεν
von εἶναι: εἴην, εἴης, εἴη, εἴην, εἴημεν/εἶμεν, εἴητε/εἶτε, εἴησαν/εἶεν, – nach Vgght im NS: ind. Rede
[2] ὡς + Part. Fut. „um zu + Inf.“
[3] ἢν δύνηται = ἐὰν δύνηται = εἰ ἂν δύνηται “wenn er könne“ - δύνηται ist Konjunktiv
[4] οὕτω διατιθείς (Part.Pr.A von διατίθημι) „so eingestellt/ mit solcher Einstellung“